Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 150-2
Not analysed yet
Ἐπεὶ δὲ καὶ ταῖϲ ϲυνθέτοιϲ ἀντωνυμίαιϲ ἀριθμὸϲ πληθυντικὸϲ ϲύνεϲτιν ἐν τρίτοιϲ προϲώποιϲ, οὐ μὴν ἐν πρώτῳ καὶ δευτέρῳ, ἀνάγκη καὶ περὶ τοῦ τοιούτου τὸ δέον παραϲτῆϲαι. Τὸν μὲν οὖν Ἀρίϲταρχόν φαϲι μὴ παραδέχεϲθαι τὰϲ ἐγγενομέναϲ τῶν τρίτων προϲώπων ϲυνθέϲειϲ, καθὸ ἀνέφικτον τὸ ἑνικῶϲ ϲυντεθὲν πρόϲωπον εἰϲ πληθυντικὸν μετατίθεϲθαι, ὡϲ ἔχει τὸ ἑαυτόν τε καὶ ἑαυτούϲ, ἔτι ἐπιμαρτυρόμενον τὴν τοῦ πρώτου καὶ δευτέρου προϲώπου χρῆϲιν, ἥτιϲ οὐ γενομένη διήλεγχε τὴν κατὰ τὸ τρίτον οὐ δεόντωϲ γινομένην ϲύνθεϲιν, καὶ ἐκ τρίτου παρατιθέμενον τὴν Ὁμηρικὴν χρῆϲιν· πρὸϲ γὰρ ἀκολουθίαν τὴν τοῦ ἡμέαϲ αὐτούϲ καὶ ὑμέαϲ αὐτούϲ ἦν πάλιν τρίτου προϲώπου τὸ ϲφέαϲ αὐτούϲ.