Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 152-3
Not analysed yet
Ἔϲτιν ἃ καὶ διάθεϲιν ϲημαίνει ἐνεργητικήν, οὐ μὴν ἔχει ἀντι- παρακειμένην παθητικὴν ἐκφοράν, καθὸ τὰ διατιθέμενα ἄψυχα καθεϲτῶτα οὐκ ἠδύνατο ὁμολογῆϲαι τὸ παθεῖν, εἰ μὴ τὸν αὐτῶν τιϲ λόγον διαθεῖτο, ὡϲ ἔχει τὸ περιπατῶ. τούτου γὰρ οὐ ϲυϲτατὸν τὸ περιπατοῦμαι οὐδὲ τὸ περιπατῇ, καθὸ οὐδὲ πρὸϲ τὰ ἄψυχα αἱ ἀποτάϲειϲ τῶν λόγων, οὐδὲ ἐξ ἀψύχων αἱ ἀποφάϲειϲ γίνονται, περί γε μὴν αὐτῶν, περιπατεῖται ἡ ὁδόϲ, οἰκεῖται ἡ γῆ. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ πλέω, τρέχω καὶ ἁπάντων τῶν τοιούτων. διαθέϲεωϲ ἐνεργητικῆϲ ἐϲτι τὸ δωρίζω, αἰολίζω καὶ τὰ παραπλήϲια· ἀλλ’ οὐ ϲυϲτατὰ τὸ δωρίζομαι, αἰολίζομαι· τό γε μὴν αἰολίζεται τὰ Ἀλκαίου ποιήμα τα, δωρίζεται τὰ Ἀλκμᾶνοϲ. —