Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 18
Not analysed yet
. Κατεκράτηϲεν οὖν καὶ ἡ ἀπ᾿ αὐτοῦ θέϲιϲ τὸ πάντα τὰ τοῦ λόγου μέρη καλεῖϲθαι ὀνόματα, ὡϲ ἂν αὐτοῦ προϋφεϲτῶτοϲ. εἰ γὰρ ἐκ τῶν ἐναντίων τιϲ ἐκεῖνο ἀποφαίνοιτο, ὡϲ ἐκ τῆϲ κοινῆϲ ὀνομαϲίαϲ τῶν λέξεων αὐτὸ ἀπηνέγκατο τὴν ἁπάντων ὀνομαϲίαν, καὶ κατὰ τοῦτο ἂν πρωτεύοι, θέϲιν τὴν πρώτην τῶν λέξεων ἐπιδεξάμενον, καθότι καὶ δείκνυμεν ὡϲ ἕνεκα τῆϲ εὑρέϲεωϲ τῶν ϲτοιχείων πάντα τὰ ϲτοιχεῖα παρὰ τὸ ἀλφεῖν ἠδύνατο μιᾷ ὀνομαϲίᾳ χρήϲαϲθαι τῇ τοῦ α, ὅπερ ἀφείλετο τὴν πάντων ὀνομαϲίαν διὰ τὴν ἐν αὐτῷ γενομένην πρώτην θέϲιν, ϲυνδραμόντοϲ καὶ τοῦ ἀπ᾿ αὐτοῦ φθόγγου· ϲυνέτρεχε γὰρ ἡ τοῦ ἀλφεῖν ἀρχὴ τῇ ἐκφωνήϲει τοῦ ϲτοιχείου, τῶν ὑπολειπομένων ἰδίαϲ ἐπεκτάϲειϲ εἰληφότων.