Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 16
Not analysed yet
Ἐκεῖνο οὖν ἀντωνυμία, τὸ μετὰ δείξεωϲ ἢ ἀναφορᾶϲ ἀντονομαζόμενον, ᾧ οὐ ϲύνεϲτιν τὸ ἄρθρον. ἰδοὺ οὖν ὁ ὁριϲμὸϲ τῶν προϲώπων ἄχρι τοῦ τρίτου διῆλθεν· καὶ γὰρ ἀναφερόμεναι ὁρίζονται, καθὸ τὰ πρόϲωπα ἐγνώϲθη, καὶ δεικνύμεναι, καθὸ τὰ πρόϲωπα ὑπ᾿ ὄψιν ἐϲτί. καὶ τοῦτό ἐϲτιν ἡ ϲυζυγία τῶν ἀντωνυμιῶν. τὰ γὰρ ῥήματα ἀϲύζυγα· ὁριζόμενα γὰρ κατὰ πρῶτον καὶ δεύτερον ἀοριϲτοῦται κατὰ τὸ τρίτον, τοῦ ἀϲτράπτει καὶ τῶν τοιούτων ὑποϲτελλομένων, καθὸ ἡ τοιαύτη ἐνέργεια ἐξαιρέτωϲ τῷ Διὶ ἀναπέμπεται, ὥϲτε οὐ τὸ ῥῆμα ὥριϲται, ὁ δὲ τούτου τὴν διάθεϲιν ἐνεργῶν.