Ancient Greek · ~2 min
16 to 17
Apollonius Dyscolus, Περὶ συντάξεως 16-2-17
Not analysed yet
Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν γενῶν. φήϲομεν γὰρ οὗτοι οἱ ἄνδρεϲ, ἢ καὶ κατὰ πλαγίαν πτῶϲιν τούτουϲ τοὺϲ ἄνδραϲ· πάλιν γὰρ τὸ ἐν μεταβάϲει τοῦ προϲώπου ἀδιαφορήϲει καὶ κατὰ γένοϲ καὶ κατὰ ἀριθμόν, τούτουϲ γυνὴ ὕβριϲε. περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παραθέϲει χρῆϲθαι· προφανὲϲ γὰρ τὸ λεγόμενον. περ οὖν, ὡϲ προείπομεν, μὴ ἐπιϲυμβαίη τινὶ λέξει τούτων διάκριϲιν ποιήϲαϲθαι, ἀδιαφορήϲει τὸ ἐπιπλέκεϲθαι ἅπαϲιν τοῖϲ προκατειλεγμένοιϲ, λέγω γένεϲι διαφόροιϲ, πτώϲεϲιν, ἀριθμοῖϲ, προϲώποιϲ, ἄλλοιϲ τοῖϲ δυναμενοιϲ τοιοῦτό τι ἀναδέξαϲθαι· οὐ γὰρ δή γε ἔλεγχον ἔχει τὸν ἴδιον μεταϲχηματιϲμόν.