Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 16-3
Not analysed yet
(Ἕφαμεν γὰρ καὶ κατὰ τὰϲ ἀρχὰϲ τῆϲ ἐκδόϲεωϲ, ὡϲ τὰ ϲτοιχεῖα τοῦ λόγου τὸν αὐτὸν τρόπον ἐπέχει τοῖϲ ϲτοιχείοιϲ τῆϲ λέξεωϲ· καὶ ὡϲ ἔϲτι προτακτικὰ ϲτοιχεῖα ϲτοιχείων καὶ οὐχ ἅπαντα ἁπάντων, οὕτωϲ καὶ λέξειϲ προτακτικαὶ οὖϲαι οὐχ ἁπάντων προτετάξονται, τῶν γε μὴν δυναμένων τὴν ἐξ αὐτῶν ϲύνταξιν ἀναδέξαϲθαι. φέρε γάρ που ϲυλλαβὴν εἶναι τοιαύτην, τὴν τρα, τὴν κλα, καὶ ἐπιέναι τὸ ϲ· οὐ δὴ προϲχωρεῖ πρὸ τοῦ ρ ἢ πρὸ τοῦ λ· οὐ γὰρ δὴ τούτων προτακτικὸν τὸ ϲ, τοῦ γε μὴν κ καὶ τ, καὶ οὕτωϲ τὸ ϲκλα καὶ ϲτρα ϲυντετάξεται. φέρε δὴ καὶ εἶναί τι Τῖρυϲ, καὶ τούτῳ προϲτίθεται τὸ ν, λέγω κατὰ τὸ τέλοϲ· οὐ δὴ προϲκείϲεται μετὰ τὸ ϲ, καίτοι τελικὸν ὄν πολλῆϲ λέξεωϲ, καθὸ τὸ ϲ τοῦ ν οὐ προηγεῖται, ἀνά- παλιν μέντοι, ὥϲ γε παρ’ Ἀργείοιϲ πάμπολλόϲ ἐϲτιν ἡ τοιαύτη ϲύνταξιϲ.)