Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 151
Not analysed yet
Προφανὲϲ οὖν ὅτι τὰ τῇ φωνῇ προτακτικὰ ἄρθρα οὐκ ἄλλωϲ οηθήϲεται ὅτι ἀνθ᾿ ὑποτακτικῶν ἐϲτιν, εἰ μὴ ἐπὶ ῥῆμα φέροιτο, ὅ ιον ὑποτακτικῶν, ἤδη καὶ τῆϲ τάξεωϲ τὸ τοιοῦτον μένηϲ, ὡϲ ἔχει τὸ τῷ οὐδὲ κρείων Ἀχελώϊοϲ ἰϲοφαρίζει {Φ 194}. καὶ γὰρ ἕνεκα τῆϲ τάξεωϲ· μετὰ γὰρ τὸ ὄνομα τέθειται· καὶ ἔτι τῆϲ ϲυντάξεωϲ· φέρεται γὰρ ἐπὶ τὸ ἰϲοφαρίζει. Πότε μέντοι τὰ τοιαῦτα τῶν ἄρθρων οὔτε ὑποτακτικὰ εἶναι δύναται ἄρθρα οὔτε προτακτικά, ἀλλ᾿ ἀντωνυμικὰ ἢ ἀοριϲτούμενα μόρια, ἐπὰν τὰϲ ϲυντάξειϲ ἐπίωμεν τῶν ἀντωνυμιῶν, παραϲτήϲομεν.