Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 152
Not analysed yet
,Τούτων τῇδε ἐχόντων ἐπιϲτατέον τὸ καὶ θώρηχ᾿· ὃ γὰρ ἦν οἱ, ἀπώλεϲε πιϲτὸϲ ἑταῖροϲ {Σ 460}, πότερον τὸ ὁ προτακτικόν ἐϲτιν πρὸϲ τὸ πιϲτὸϲ ἑταῖροϲ, ἢ ἀνθ᾿ ὑποτακτικοῦ ἐϲτιν τοῦ ὅϲ, ἀναφερόμενον πρὸϲ τὸ θώρηκα, ἢ πρὸϲ τὸ ἑταῖροϲ καθ᾿ ὑποτακτικὴν ϲύνταξιν εἴρηται. ἀνέφικτον οὖν προτακτικὸν αὐτὸ παραδέξαϲθαι· οὐ γὰρ μετὰ προτακτικὸν ἄρθρον ῥῆμά ποτε ἐπιφέρεται, ἐπιφέρεται δὲ τὸ ἦν. ὃ οὐκ ἄλλο τι ἀπαιτήϲει ἢ ὑποτακτικὸν ἄρθρον, ὅπερ οὐ πιθανὸν ἐπὶ τὸν θώρακα ἀναφέρεϲθαι· οὐ γὰρ τοῦτον μόνον ἀπώλεϲεν ὁ Πάτροκλοϲ· ἅμα γὰρ ἀϲπίδα καὶ τρυφάλειαν καὶ καλὰϲ κνημῖδαϲ ἐπὶ ϲφυρίοιϲ ἀραρυίαϲ κω θώρηκα {Σ 458—460}. καὶ ἐάν τιϲ τὸ τοιοῦτο παρῇ, ἔτι μάχεται τὸ ἀκατάλληλον τοῦ λόγου. δοθήϲεται γὰρ ὅτι ἡ ὕπαρξιϲ τοῦ θώρακοϲ διὰ τῆϲ τοῦ ἄρθρου ϲυντάξεωϲ νοεῖται, καθὼϲ προὐπεδείξαμεν· καὶ εἰ τοῦτο, πῶϲ τὸ πιϲτὸϲ ἑταῖροϲ ϲυναρτηθήϲεται μετὰ ῥήματοϲ ἑτέραϲ εὐθείαϲ νοουμένηϲ ϲὺν ἑτέρῳ ῥήματι τῷ ἦν; πότε δύο εὐθεῖαι κατάλληλον λόγον ἐποίηϲαν; ἄμεινον οὖν ἐκεῖνο φάναι, ὡϲ πλαγία καὶ εὐθεῖα κατάλληλον λόγον ποιεῖ.