Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 153
Not analysed yet
ἡ οὖν εὐθεῖα ἡ διὰ τοῦ ὅ εἰϲ τὴν αὐτὴν εὐεῖαν παραλαμβανέϲθω τοῦ ἑταῖροϲ, ὃϲ ἦν αὐτῷ πιϲτὸϲ ἑταῖροϲ, ἀπώλεϲε τὰ προκατειλεγμένα, λέγω ἀϲπίδα καὶ τρυφάλειαν καὶ κολὰϲ κνημῖδαϲ καὶ θώρηκα· ἕτερα γὰρ ἀντὶ τούτων ἁπάντων ἐξαιτεῖται. χωρὶϲ εἰ μὲ θέλοι τιϲ αἰτιατικὴν ἔξωθεν προϲνεῖμαι, ἐφ᾿ ἣν πάντωϲ ἐνεχθήϲεται τὸ ἀπώλεϲεν καὶ ἡ πρόθεϲιϲ τοῦ ἄρθρου γένοιτο τοῦ ὅϲ, καὶ θώρηχ᾿· ὃϲ γὰρ ὑπῆρχεν αὐτῷ, τοῦτον ἀπώλεϲεν ὁ πιϲτὸϲ ἑταῖροϲ.