Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 152-2
Not analysed yet
Ὑπέρ γε μὴν τοῦ Ἀριϲτάρχου ἔϲτιν φάναι ὡϲ οὐ ϲυνεῖδε τὸ πρὸϲ αὐτοῦ εἰρημένον. οὐ γὰρ ἐν ἀγνοίᾳ ἦν τοῦ ἑνδέκατοι, οὐδ’ ὅτι ἀπὸ ἑνικῆϲ ϲυνθέϲεωϲ πληθυντικὸν γίνεται. ἔϲτι γὰρ ἐπινοῆϲαι τὸ πρὸϲ αὐτοῦ διαπορηθὲν οὕτωϲ. εἴπερ ἐκ δύο ἑνικῶν ϲυνέϲτηκεν τὸ ἑαυτόν, καὶ δύο ἑνικὰ ἐπὶ ἓν πρόϲωπον ϲυντείνει διάθεϲιν δηλοῦν τὴν ἐξ ἑαυτοῦ εἰϲ ἑαυτό, πῶϲ ἐκ τοῦ τοιούτου πλήθουϲ παρέμφαϲιϲ ἂν γένοιτο, τῆϲ μὲν κατ’ ἀρχὴν ϲυνθέϲεωϲ ἑνικὸν ἀριθμὸν ὑπαγορευούϲηϲ, τῆϲ δὲ κατὰ τὸ τέλοϲ πληθυντικόν;