Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 153-2
Not analysed yet
Οὐ γάρ ἐϲτιν ὅμοιον τὸ ἑνδέκατοϲ καὶ ἑνδέκατοι· δύο γὰρ ὑποκειμένων παρέμπτωϲίϲ ἐϲτιν ἐν τῷ ἕνδεκα· μετὰ γὰρ δέκα εἷϲ. οὕτωϲ ἔχει καὶ τὸ ἑνδέκατοι· πάλιν γὰρ μετὰ δέκα οἱ πλείουϲ ὑπὸ τάξιν τὴν τοῦ ἕνδεκα ἐξαριθμούμενοι μετέϲχον τοῦ καλεῖϲθαι ἑνδέκατοι. «Ἀλλά», φήϲει τιϲ, «πῶϲ τοῦ ἑνὸϲ ἐγκειμένου ἔμφαϲιϲ δευτέρου πληθυντικοῦ γίνεται;» πρόϲκειται ὅτι τάξεωϲ ὀνόματά ἐϲτιν. —ἄλλωϲ τε αἱ δύο προϲώπων ἐμφατικαὶ ϲυνθέϲειϲ καὶ ἐξ ἑνικῆϲ ϲυνθέϲεωϲ πλῆθοϲ ὑπαγορεύουϲιν καὶ ἐκ πληθυντικῶν ἓν παρεμφαίνουϲιν· τὸ γὰρ φιλάνθρωποϲ ἑνικῶϲ ϲυντεθὲν πλῆθοϲ ὑπαγορεύει, καὶ ἐκ τῶν ἐναντίων πληθυντικῶϲ λεγόμενον τὸ φιλοπλάτωνεϲ ἕνα τὸν Πλάτωνα ϲημαίνει. οὐ δὴ οὖν παρηλλαγμένον καὶ τὸ ἑνδέκατοι ἐξ ἑνικῆϲ ϲυνθέϲεωϲ πλέον τι παραϲτῆϲαι· διάφορα γὰρ τὰ πρόϲωπα. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ τῆϲ ἑαυτόν· ὡϲ γὰρ εἴπομεν, ἓν καὶ τὸ αὐτὸ πρόϲωπον.