Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 153-3
Not analysed yet
τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἀριϲτῶ, δειπνῶ. προδήλου ὄντοϲ τοῦ λόγοω περιϲϲὸν ἐγχρονίζειν ἐν τοῖϲ ὑποδείγμαϲι. ϲαφὲϲ γὰρ ὅτι καὶ τὸ δειπνίζω ἢ ἀριϲτίζω, ἐπιδεξάμενα. πλαγίαν πτῶϲιν τὴν αἰτιατικὴν ὡϲ πρὸϲ ἔμψυχον, ἀνελλειπὲϲ ἔχει τὸ ἀριϲτίζομαι καὶ δειπνίζομαι. τοιοῦτον γάρ ἐϲτιν, ἄριϲτον παρέχω τινὶ καὶ δεῖπνον, ὥϲτε διαφέρειν τὸ ἀριϲτῶ τοῦ ἀριϲτίζω, ἡ τὸ μὲν ἀριϲτῶ ὑποφαίνει ἀρίϲτου μεταλαμβάνω, τό γε μὴν ἀριϲτίζω ἀρίϲτου μεταδίδωμί τινι· ᾦ καὶ τὰ τῆϲ ϲυντάξεωϲ ἐγγενόμενα, ὡϲ ἔφαμεν, τὸ παθητικὸν ἀπετέλεϲεν. (τὴν αὐτὴν ἔχει διαφορὰν καὶ τὸ γαμῶ ποὸϲ τὸ γαμίζω· ἔϲτι γὰρ τὸ μὲν πρότερον γάμου μεταλαμβάνω, τὸ δὲ γαμίζω γάμου τινὶ μεταδίδωμι. τό γε μὴν γαμῶ παθητικῶϲ κλίνεται, καθὸ τὰ τῆϲ διαθέϲεωϲ πρὸϲ ϲύνταξιν ἐμψύχου προϲώπου κατεγίνετο.)