Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 154
Not analysed yet
Καὶ παρὰ Ἀλκαίῳ οἱ περὶ Ἀπίωνα τὸν Μόχθον τὸ Κυλλάναϲ ο μέδειϲ {fr. 5 Bergk4} ἐν ῥήματοϲ ϲυντόξει ἤκουον, οὐ παραδεχόμενοι μετοχὴν τοιαύτην ἐκ βαρυτόνου ῥήματοϲ, εἴγε τῆϲ τοιαύτηϲ λήξεωϲ οὐκ ἔχονται κατὰ τὸ κοινὸν ἐκ βαρυτόνων οὖϲαι ῥημάτων. ἀλλὰ καὶ πρὸϲ τὸ τοιοῦτον ἐδείκνυτο ὡϲ καὶ περιϲπώμενον εἴη ῥῆμα τὸ μεδῶ, ἔνθεν καὶ τὸ Δωδώνηϲ μεδέων {Π 234}, ἀφ᾿ οὗ τὸ μέδημι, ὡϲ οἴκημι, καὶ ἔτι ἡ μέδειϲ ϲυνοῦϲα μετοχὴ κατὰ τὸ ἀκόλουθον. κἀκ τῆϲ γραφῆϲ δὲ ϲυνηλέγχοντο, οὐκ οὔϲηϲ ποτὲ διὰ τοῦ ει κατὰ πᾶν δεύτερον πρόϲωπον παῤ Αἰολεῦϲιν.