Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 154-2
Not analysed yet
Πῶϲ δ’ οὐχὶ εὔηθεϲ φάναι ἔλλειψιν κατὰ τύχην γεγενῆϲθαι τοῦ τρίτου προϲώπου κατ᾿ εὐθεῖαν πτῶϲιν; λέγω ἐπὶ τοῦ δυϊκοῦ ἀριθμοῦ. φυϲικώτερον γὰρ ἡ ἀντωνυμία ἀπέϲτη, εἴγε οὐδέτεροϲ τῶν τόνων αὐτῆϲ παρεδέχετο, οὔτε ὁ ὀρθοτονούμενοϲ, ὅτι τρίτου προϲώπου δυϊκαῖϲ παρείπετο τὸ μόνωϲ ἐγκλίνεϲθαι, οὔτε ὁ ἐγκλιτικόϲ, εἴγε ἀδύνατον εὐθείαϲ πτώϲεωϲ ἐγκλιτικὴν εὑρέϲθαι ἀντωνυμίαν. (ἡ γοῦν βιαϲθεῖϲ πρὸϲ Δωριέων, ἅμα τῷ ἐγκλιθῆναι παρεῖϲα τὴν οὐ δυναμένην ἐγκλιθῆναι πτῶϲιν, μεταπίπτει εἰϲ τὴν ϲυγγενῆ αἰτιατικήν.)