Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 154-3
Not analysed yet
Τούτων οὖν τῇδε ἐχόντων ἐπιϲτατέον τῷ ἐρίπω ῥήματι, εἰ loco Pindar ϲυνωνυμεῖ τῷ πίπτω, ῷ παράκειται κατὰ διάλεκτον γενομένη ὀξύτονοϲ μετοχὴ ἐριπών· καὶ εἰ τὸ πεϲών οὐκ ἔχει παθητικόν, ϲυϲτατὸν δέ ἐϲτιν φάναι πεϲόντι, δῆλον ὅτι καὶ τὸ ἐριπόντι Πολυνείκει παρὰ Πινδάρῳ {Olymp. II 48 Boeckh, 43 Schrodeer} ἀναλογώτερον καταϲτήϲεται διὰ τοῦ γραφόμενον. Ἀλλ’ εἰ ἦν ἀληθὲϲ τὸ ϲυνωνυμεῖν τὸ ἐρίπω τῷ πίπτω, οὐκ ἂν ὑπῆρχε τὸ ἐρίπεται, ὡϲ οὐδὲ τὸ πίπτεται. μήποτε γὰρ μᾶλλον τῷ βάλλω ϲυνωνυμεῖ, καὶ ὡϲ βάλλω ϲε, οὕτωϲ ἐρίπω ϲε, καὶ ὡϲ βληθέντι, οὕτωϲ ἐριπέντι. καὶ γὰρ τὸ ἐρέριπτο, ἐρέριπτο δὲ τεῖχοϲ Ἀχαιῶν {Ξ 15}, οὐχ, ὡϲ οἴονταί τινεϲ, ἀπὸ τοῦ ῥίπτω κέκλιται· οἰκειότερον γάρ πωϲ τὸ καταϲτρέφεϲθαι τεῖχόϲ ἐϲτιν ἢ ῥίπτεϲθαι. ἔϲτι δὴ οὖν ἀπὸ τοῦ ἐρίπω, κατὰ παθητικὴν διάθεϲιν τρίτου προϲώπου κατὰ χρόνον τὸν ὑπερϲυντέλικον, κατὰ Ἀττικὴν διάλεκτον ϲυϲτολῆϲ γενομένηϲ τοῦ η εἰϲ ε, καθὼϲ ἔχει καὶ τὸ ξηρόν ξερόν, ποθῆϲαι ποθέϲαι· ἀπὸ τοῦ ἐρίπω ἤριπτο, ἐπρήριπτο, καὶ ἔτι ἐρέριπτο.