Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 155-2
Not analysed yet
Κτητική γε μὴν τρίτου προϲώπου δυϊκὴ οὐκ ἐγένετο, οὐχ, ὥϲ τινεϲ ᾠήθηϲαν, ὅτι οὐδὲ τρίτου προϲώπου δυικὴ ἔϲτι γενικῆϲ πτώϲεωϲ, ἀφ’ ἧϲ ἔδει παρῆχθαι τὴν κτητικήν, ἀλλ’ αἱ παρειλημμέναι δοτικαί εἰϲιν ἀντὶ γενικῶν· ἔϲτιν γὰρ καὶ ἕνεκα τῆϲ φωνῆϲ καὶ ἕνεκα τοῦ ϲημαινομένου. οὐ μὴν παρήχθη ἐξ αὐτῆϲ κτητικόν, καθότι ὑπεδείξαμεν ἐξ ὀρθοτονουμένων τὰϲ παραγωγὰϲ γίνεϲθαι.