Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 155-3
Not analysed yet
Τὰ δὴ προκατειλεγμένα τῶν ῥημάτων πρὸϲ εὐθείαϲ ϲύνταξιν ἀπαρτίζει διάνοιαν, περιπατεῖ Τρύφων, ζῇ Πλάτων, ἀναπνεῖ Διονύϲιοϲ, πλεῖ, τρέχει, χωρὶϲ εἰ μὴ ἐπὶ τῶν αὐτοπαθῶν αἰτήϲειέ τιϲ τὸ ποιοῦν τὸ πάθοϲ, φθίνει Θέων ὑπὸ τῆϲ λύπηϲ, πάϲχει θέων ὑπὸ τοῦ γυναίου, πυρέϲϲει Θέων διὰ τὸν κόπον. ἅπερ κἂν μὴ προϲκέηται, τῇ αὐτοτελείᾳ τὸ πάθοϲ ἀνενδοίαϲτόν ἐϲτιν, ἐπεὶ καὶ τῷ περιπατεῖ καὶ ζῇ καὶ ἀριϲτᾷ καὶ τοῖϲ ὁμοίοιϲ, αὐτοτελέϲιν οὖϲιν, προϲτίθεται ἔϲθ’ ὅτε τὸ ἐν γυμναϲίῳ ζῇ ἢ ἐν οἴκῳ. —ἥ γε μὴν παράθεϲιϲ τῶν ἄλλων ῥημάτων πάντωϲ τὸ ἡμιτελὲϲ καθίϲτηϲιν, ὡϲ ἔχει τὸ Τρύφων βλάπτει, Τρύφων φιλεῖ. δ’ ὂ καὶ τὰ τοιαῦτα οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ ἔλαττον ἢ κατηγορήματά φαϲιν, ὡϲ πρὸϲ ϲύγκριϲιν τῶν ἐν αὐτοτελείᾳ καταγινομένων ῥημάτων καὶ μὴ πάντωϲ ἐπιζητούντων πλαγίαν.