Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 156
Not analysed yet
Ἀλλὰ μὴν καὶ ἐν τοῖϲ προειρημένοιϲ εἴρηται ὡϲ δεόντωϲ πλείονεϲ ἐκ πρώτων καὶ δευτέρων ἢ ἐκ τρίτων προϲώπων ἐγένοντο ἀντωνυμίαι. πῶϲ δ’ οὐ δοθήϲεται τὸ ἔλαττον ὑπὸ τοῦ πλείονοϲ διελχεϲθαι, οὐ μόνον ἐν παραθέϲει τῶν λέξεων, ἀλλὰ καὶ ὅτε ἡ ϲυμπεφωνημένη παρὰ πᾶϲιν ἱϲτορία τὴν παρηλλαγμένην πρόϲ τινοϲ οὐ προϲίεται, καὶ ϲχεδὸν ἐπὶ ἁπάντων τὸ τοιοῦτον ϲυμφωεῖν; οὐ δὴ κατὰ τύχην πλείονα ϲχήματα δύναται ϲεϲιγῆϲθαι τῶν ὄντων· ὡϲ γὰρ πρόκειται, ἐκ τῶν ἐναντίων δύναται.