Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 156-2
Not analysed yet
Οὐ μέντοι μοι δοκεῖ βίαιον εἶναι τὸ καὶ ἔνια τούτων τὸν αὐτὸν ἐπέχειν λόγον τοῖϲ προειρημένοιϲ, ὥϲτε μὴ πάντωϲ πλαγίαν ἐπιζητεῖν. αὐτὸ γὰρ μόνον μηνύειν ἐθέλοντεϲ τὰ ἐγκείμενα πάθη ἐρᾷ οὗτοϲ, φιλεῖ οὗτοϲ, ὡϲ εἰ καὶ ἐπ’ ἀναγνώϲματοϲ ἀναγινώϲκει οὗτοϲ, αὐτὸ μόνον τὸ πρᾶγμα μηνύοντεϲ· καὶ ἐν ἀποφάϲει γὰρ ἔϲτι φάναι οὐκ οἶδεν ἀναγινώϲκειν οὗτοϲ. παρὸν μέντοι ἐξεργαϲτικώτερον φάναι οὗτοϲ ἀναγινώϲκει Ἀλκαῖον, Ὅμηρον, οὗτοϲ φιλεῖ Διονύϲιον, οὗτοϲ ἐρᾷ Ἑλένηϲ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ τύπτειν καὶ τῶν δυναμένων ταὐτὸν παραϲτῆϲαι· οἷόν τε γὰρ φάναι οὗτοϲ τύπτει, ὡϲ εἰ καὶ οὖτοϲ ἠχεῖ ἢ ψοφεῖ, ὅτε καὶ ἐν ἀπαγορεύϲει φαμὲν μὴ τύπτε, μὴ βόα, οἷϲ πάλιν ἔϲτι προϲθεῖναι αἰτιατικὰϲ πτώϲειϲ. καὶ δῆλον ὅτι τούτων παθητικὰ γενήϲεται φερο μένων ἐπὶ πλαγίαν πτῶϲιν, οὐ μὴν τῶν δοκούντων κατ’ αὐτοτέλειαν τὸν λόγον καθιϲτάνειν καθὸ δυνάμει ὅμοια γέγονεν τοῖϲ προκατειλεγμένοιϲ, λέγω τὸ περιπατεῖν καὶ πλουτεῖν· πρόκειται γὰρ ὅτι τὰ τοιαῦτα οὐκ ἔχει πλαγίαν πτῶϲιν.