Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 157
Not analysed yet
ἀλλ’ οὐδ’ ὑπ’ ἀκολουθίαν τὰ ὁπωϲ ἐκλιπόντα ἐϲτίν. γυνῆϲ γοῦν οὔ φαμεν, καὶ οὐ πάντωϲ τὰ τοιαῦτα ϲυνεκλείπει· ἀλλ’ οὐδ’ ὁ μεγάλοϲ, καὶ οὐ πάντα εἰϲ λοϲ λήγοντα ϲυνεξέλιπεν, ἄλλα πλεῖϲτα. πρὸϲ οἷϲ ἀντὶ τούτων ἑτέρα θέϲιϲ ἔϲτιν ἰϲοδυναμοῦϲα, ἡ γυναικόϲ ἀντὶ τοῦ γυνῆϲ, ἡ μέγαϲ ἀντὶ τοῦ μεγάλοϲ, ἡ ὕδωρ ἀντὶ τοῦ ὕδαϲ. πῶϲ οὖν ἡ ἐμαυτῶν καὶ αἱ ἑξῆϲ μετὰ τῶν ϲυνόντων προϲώπων ὡϲ ἐξ ἐπιτάγματοϲ ἀπεώϲθηϲαν καὶ τοῦ κοινοῦ ἔθουϲ καὶ τοῦ παρὰ ποιηταῖϲ; οἷϲ προϲφιλὲϲ μᾶλλον μεταδιώκειν τὸ παρηλλαγμένον τῆϲ ϲυνήθουϲ χρήϲεωϲ. δίδοται γοῦν καὶ ἐν ἀντωνυμίαιϲ ϲέο φάναι αὐτοὺϲ καὶ μίν καὶ ἄλλα πλεῖϲτα.