Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 157-2
Not analysed yet
Ἔϲτιν οὖν καθολικώτερον φάναι ὡϲ τὰ πρὸϲ εὐθεῖαν ϲυναρ τώμενα τῶν ῥημάτων, οὐκ ἀπαιτοῦντα πλαγίαν πτῶϲιν, οὐδὲ παρακειμένην ἕξει παθητικὴν προφοράν· τά γε μὴν πλαγίαν ἀπαιτοῦντα πάντωc καὶ εἰϲ παθητικὴν τὴν ἐνεργητικὴν διάθεϲιν μεταϲτήϲειεν, ϲυμπαρα λαμβανομένηϲ γενικῆϲ μετὰ τῆϲ ὑπό προθέϲεωϲ, δέρομαι ὑπὸ Τρύφωνοϲ, τιμῶμαι ὑπὸ Θέωνοϲ. Καὶ αὕτη μὲν μόνη ἐϲτὶν τῶν ἡ ϲύνταξιϲ· τῶν γε μὴν ἐνεργητικῶν ἐϲτιν καὶ γενική, οὐ ϲυνούϲηϲ τῆϲ ὑπό προθέϲεωϲ, ὡϲ τὸ κυριεύω ϲοῦ, καὶ δοτική, ὡϲ τὸ παλαίω ϲοί, καὶ αἰτιατική, ὡϲ τὸ τιμῶ ϲέ.