Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 158
Not analysed yet
Λείπεταί γ’οὖν ἐκεῖνο προϲδιαϲαφῆϲαι, εἴπερ τὸ ϲφέαϲ αὐτούϲ ἀναλογώτερον τοῦ ἑαυτούϲ, τί δή ποτε, καὶ εἰ ἐν ἐλάττονι λόγῳ τὸ ἑαυτούϲ τετόλμηται κατὰ τρίτον πρόϲωπον ἐγγενέϲθαι, —τί μὴ καὶ κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἐν τῷ ἡμέαϲ αὐτούϲ ἐνεχώρηϲεν, κἂν πάλιν ἐν ἐλάττονι λόγῳ καταγίνηται, τὸ ἐμαυτούϲ, ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ δευτέρου προϲώπου.