Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 158-2
Not analysed yet
Ἡ δὴ προκειμένη ϲύνταξιϲ αὐτάρκηϲ καταϲτήϲεται τοῖϲ προαιρουμένοιϲ ἁπλούϲτερον τὰϲ παραδόϲειϲ τῶν λόγων παραλαμβάνειν· τοῖϲ μέντοι γε μετὰ πάϲηϲ ἀκριβείαϲ ἐπεξιοῦϲιν τὰ τῆϲ ϲυντάξεωϲ τοῦ λόγου προϲγενήϲεται ἐπιϲτῆϲαι, τίνα τῶν ῥημάτων γενικὴν ἀπαιτεῖ καὶ τί τούτου τὸ σἴτιον, καὶ τίνα δοτικήν, ϲυνόντοϲ πάλιν τοῦ αἰτίου· τὸ αὐτὸ καὶ ἐπὶ τῆϲ αἰτιατικῆϲ. καὶ δῆλον ὅτι διὰ τὸ ϲυνὸν πλῆθοϲ τῶν ῥημάτων καὶ τὰ τῆϲ ϲυντάξεωϲ ἰδιώματα δυϲπερίληπτα γενήϲεται, ἅπερ οἶμαι κατὰ τὸ δέον προϲδιευκρινήϲειν.