Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 159
Not analysed yet
Ἐπιδέδεικται ἐν τοῖϲ προκειμένοιϲ ὡϲ ἐπενοήθηϲαν αἱ ϲύνθετοι ἀντωνυμίαι εἰϲ τὸ μὴ παραδέξαϲθαι διαφόρου προϲώπου ϲύνταξιν, τῶν ἁπλῶν ϲυνταϲϲομένων διαφόροιϲ προϲ —ἦν δὲ κἀκεῖνο ἀληθέϲ ὡϲ ἅπαν πληθυντικὸν πρώτου προϲώπου καὶ δευτέρου ϲύλληψιν ἀναδέχεται διαφόρων προϲώπων. τὸ γὰρ ἡμᾶϲ τοιοῦτόν ἐϲτιν, ἐμὲ καὶ ϲὲ κἀκεῖνον, ἢ ἐμὲ καὶ ὑμᾶϲ, ἢ ἐμὲ καὶ αὐτούϲ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ δευτέρου· πάλιν γὰρ τὸ ὑμᾶϲ ϲὲ καὶ αὐτούϲ ἐϲτιν. —πῶϲ οὖν ἡ ἐμαυτοῦ ἀντωνυμία καὶ αἱ ϲύζυγοι ἐπιδέξονται ἀριθμὸν μαχόμενον τῷ ἰδιώματι τῆϲ ϲυνθέϲεωϲ, καθὸ διάφορα πρόϲωπα νοηθήϲεται, ἐκ ϲυλλήψεωϲ γενόμενα δευτέρου καὶ τρίτου καὶ πρώτου, τό γε μὴν τρίτον πρόϲωπον, ἀπεωϲμένον τῆϲ προειρημένηϲ τηρήϲεωϲ, λέγω τῶν διαφόρων προϲώπων, εὐέφικτον ἔϲχεν τὴν εἰϲ τὸ πληθυντικὸν μετάθεϲιν· ἦν γὰρ ἐκ τῶν αὐτῶν προϲώπων ϲυνεϲτηκόϲ.