Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 159-2
Not analysed yet
Α μὲν οὖν ἐκ τῆϲ εὐθείαϲ ἐγγινόμεναι δράϲειϲ ϲχεδὸν ἐπ’ αἰτιατικὴν ἅπαϲαι ϲυντείνουϲιν, παρυφιϲταμένου καὶ τοῦ ἐνεργοῦντοϲ καὶ τοῦ τὸ πάθοϲ ἀναδεχομένου, ὡϲ ἐν τῷ δέρω ϲε, τύπτω ϲε, τῶν παθόντων κατὰ παθητικὴν ϲύνταξιν ἀνθυπαγομένων εἰϲ εὐθεῖαν τῶν τε δραϲάντων εἰϲ γενικὴν μετὰ τῆϲ ὑπό, ἐγὼ δέρομαι ὑπὸ ϲοῦ· καὶ διὰ τί μετὰ τῆϲ ὑπό, ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται. Ἡ δὲ προκειμένη ϲύνταξιϲ, κἂν ϲωματικῶϲ τὰ τῆϲ ἐνεργείαϲ ϲημαίνῃ κἂν ἔτι ψυχικῶϲ, ὡϲ εἴπομεν, μιᾶϲ καὶ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἔχεται. καὶ ἐπεὶ πολλαχῶϲ ἔϲτι τὸ διατίθεϲθαι, πλεῖϲτοι καὶ τρόποι παρακολουθήϲουϲι τῶν ῥημάτων κατὰ τὰϲ ἰδιότηταϲ τῶν ἐνεργειῶν.