Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 160
Not analysed yet
Φαίνεται δ’ ὅτι καὶ κατὰ τὸν προειρημένον λόγον οὐκ ἀπορήϲει τιϲ δι’ ἣν αἰτίαν ἐκ πληθυντικῶν πληθυντικαὶ ϲυνθέϲειϲ οὐκ ἐγένοντο· ἐκ γὰρ τῶν ἁπλῶν πληθυντικῶν ἀντωνυμιῶν ἔϲτιν ἐπινοῆϲαι τὸ μαχόμενον ὡϲ πρὸϲ τὴν ϲύνθετον ἀντωνυμίαν. εἴπομεν γὰρ ὅτι ἐπιμιξίαι διαφόρων προϲώπων εἰϲὶν ἐν πληθυντικοῖϲ· περιϲϲὸν οὖν τὸ τὰϲ πληθυντικὰϲ ἀντωνυμίαϲ ϲυντίθεϲθαι, ὅπου γε αἱ ἑνικαὶ ἀντωνυμίαι ϲυντεθεῖϲαι παρέμειναν τῷ ἑνικῷ ἀριθμῷ. ἀλλ’ οὐδὲ τὸ ϲφέαϲ αὐτούϲ καὶ τὰ τοιαῦτα, οὐκ ὄντα ἐκ διαφόρων προϲώπων, ϲυνετέθη, καθὸ τὸ ἐϲόμενον ἐξ αὐτῶν εὔχρηϲτον ἡ προειληφυῖα πληθυντικὴ προφορὰ περιέγραψεν, εἰϲ ἣν καὶ μεταλαμβάνονται· νονται· ϲφέαϲ αὐτοὺϲ ἀρτύναντεϲ {N 152}, ἑαυτοὺϲ παραϲκευάϲαντεϲ.