Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 160-2
Not analysed yet
εἰϲὶ μὲν γὰρ ϲωματικαὶ διαθέϲειϲ αἱ τοιαῦται, τρίβω ϲε, νίπτω ϲε, ῥήϲϲω ϲε, ἕλκω ϲε, βιάζομαι, χαλῶ, γυμνάζω, νύϲϲω, κνήθω, ξύω, ϲμῶ, βρέχω, τύπτω, παίω, λούω, δεϲμεύω, λύω, πλήϲϲω, φονεύω, κτείνω, φθείρω, καίω, φλέγω, καθίζω, θερίζω, ζημιῶ, βλάπτω. καὶ ϲωματικῶϲ καὶ ψυχικῶϲ ὑβρίζω· καὶ γὰρ καὶ διὰ χειρῶν καὶ ψυχικῆϲ διαθέϲεωϲ, καθὸ ἔχει καὶ τὸ λοιδορῶ καὶ τὸ κακολογῶ, ἀνιῶ, λυπῶ. καὶ ὅϲα ἐπ’ ἐγκωμίων, ὑμνῶ ϲε, μεγαλύνω ϲε, ᾄδω, μέλπω, δοξάζω, κλείω, ἀφ’ οὗ καὶ τὸ κλέοϲ, αἰνῶ. καὶ ἐπὶ τῶν διακρουϲτικῶν, παραλογίζομαί ϲε, κλέπτω, ἀπατῶ, περιγελῶ, παίζω, ἀπαφῶ, ἐξαπατῶ, πλανῶ. καὶ ὅϲα κατ’ ἀπόϲταϲιν τῶν ὑποκειμένων, ὡϲ ἐπὶ τοῦ ζητῶ ϲε ἢ εὑρίϲκω. καὶ ὅϲα ἐν ἐπικρατείᾳ, ἔχω, κρατῶ, φυλάϲϲω, τηρῶ, εἴργω. καὶ. τὸ μὲν ἐρίζω ϲοι, παλαίω ϲοι καὶ τὰ τούτοιϲ ὅμοια δοτικὴν παραδέχεται διὰ λόγον ὃν ἐκθηϲόμεθα· τό γε μὴν νικῶ ἐν ἐπικρατείᾳ πάλιν γινόμενον αἰτιατικῇ ϲυμφέρεται. ὁμοίωϲ καὶ αἱ ϲεπτικώτερον παραλαμβανόμεναι ϲυντάξειϲ · πολλῶν γὰρ ἀποφάϲειϲ ἐνεργειῶν, ὧν περιληπτικόνἐϲτιν τὸ ϲέβομαι· ἐντρέπομαι, αἰϲχύνομαι, προϲκυνῶ, θωπεύω, κολακεύω, ἅζομαι. καὶ ὅϲαι ἐν ὑπονοίᾳ εἰϲὶν ψυχικῆϲ διαθέϲεωϲ, ϲυντείνουϲαι ἐπί τι, οἴομαί ϲε, ὑπολαμβάνω, ὑπονοῶ, ὑφορῶμαι.