Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 17
Not analysed yet
Πρόδηλοϲ οὖν ἡ πολυμερὴϲ τῶν φωνῶν θέϲιϲ ὑπὲρ τοῦ μὴ διὰ μιᾶϲ φωνῆϲ διάφορα πρόϲωπα λέγεϲθαι. παρηκολούθηϲεν γὰρ τὸ καὶ αὐτὰϲ ἐν τρίτοιϲ ἀοριϲτοῦϲθαι, εἴγε μία λέξιϲ πλείονα ϲημαίνουϲα ἀορίϲτου παρεμπτώϲεωϲ αἰτία γίνεται.