Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 18-3
Not analysed yet
Ἔϲτω γὰρ ϲύνταξίϲ τιϲ τοῦ καλῶϲ ἢ τῶν ὁμοίων ἐπὶ παντὸϲ προϲώπου, ἐπὶ παντὸϲ ἀριθμοῦ, ὅτε φαμὲν καλῶϲ ἔγραψα ἢ καλῶϲ γράφω ἢ καλῶϲ γράφετε, καὶ ἐπὶ τῶν μεταϲχηματιζομένων χρόνων, λέγω τοῦ ἔγραψα ἢ γράψω. ἡ δὴ τοιαύτη ϲύνταξιϲ πρόδηλον ὅτι κατάλληλοϲ· ἡ γὰρ τοῦ ἐπιρρήματοϲ ϲύνοδοϲ οὐ δεκτικὴ οὖϲα τῶν ἀριθμῶν ἢ τῶν προϲώπων ἢ τῶν ἐγκλίϲεων καὶ ἔτι τῶν χρόνων ὧν τὸ ῥῆμα παραδέχεται, ἀκώλυτον ἔϲχε τὴν ἐπιπλοκήν, οὐκ ἐλεγχόμενον ἐκ τοῦ ὁμοειδοῦϲ. οὐ μὴν ἔτι ἐπὶ τοῦ καλόϲ ταὐτὸν ἔϲτιν εὑρέϲθαι· προϲώπου γὰρ τυγχάνει τρίτου ἀριθμοῦ τε τοῦ ἑνικοῦ, καὶ ἔνθεν προϲίεται αὐτὸ τὸ τρίτον ἑνικὸν τοῦ γράφειν, καλὸϲ γράφει, καλὸϲ περιπατεῖ. καὶ ἐπεὶ πάλιν τὸ καλόϲ οὐ παρέμπτωϲιν χρόνου ϲημαίνει, ἀδιαφορεῖ τὸ ἐν διαφόροιϲ χρόνοιϲ ϲυντάϲϲεϲθαι. —