Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 161
Not analysed yet
Ἐπεὶ οὖν ἐδείχθηϲαν ἀϲύνθετοι πληθυντικαὶ ἀντωνυμίαι κατὰ τὸ προειρημένον τήρημα, φέρε καὶ εἰϲ ἐντέλειαν τοῦ λόγου περὶ τοῦ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ διαλάβωμεν, ἐπεί τινεϲ οὐδὲ κατ’ ὀλίγον ἐνδοιάζουϲιν ὡϲ παρὰ τὸ ἡμῶν καὶ τὸ ἔδαφοϲ τὰ τῆϲ ϲυνθέϲεωϲ ἀπετελέϲθη. οἶϲ ἄν τιϲ ϲυνηγορήϲειεν μαρτυρόμενοϲ καὶ τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον καὶ τὸν ἀπὸ τοῦ δηλουμένου, εἴγε παντὶ ϲυνθέτῳ τὸ τοιοῦτο παρακολουθεῖ. —ἐν γὰρ τῷ μιϲογύνηϲ καὶ τὸ μιϲεῖν ἔγκειται καὶ ἡ γυνή, καὶ ἐν τῷ φιλόπονοϲ τὸ φιλεῖν καὶ ὁ πόνοϲ. οὐ γὰρ τὰ ἐν μιᾷ λέξει ἁπλῇ πλείονα ϲημαίνοντα ϲύνθετα, ὡϲ ἐπὶ τοῦ τοξότηϲ, ϲκυτεύϲ, κἂν ἐνέργειαν ϲημαίνῃ τὴν τοῦ τέμνειν, εἰ μὴ καὶ τὴν φωνὴν προϲλάβοι ἐν τῷ ϲκυτοτόμοϲ. —ἐντεῦθεν τὸ Ἀρίϲταρχοϲ καὶ τὰ τούτῳ ὅμοια κύρια ὄντα πρὸϲ ἐνίων οὐ κατηριθμεῖτο εἰϲ τὰ ϲύνθετα, ὅγι μὴ καὶ τοῖϲ δηλουμένοιϲ ἐκέχρητο. ἀλλ’ ἐπί γε τούτων ἐδείκνυτο ὡϲ ἡ πρώτη ϲύνθεϲιϲ ἐπεκράτει, καθὼϲ ἔχει τὸ ἀρίϲταρχοϲ Ζεύϲ παρὰ τοῖϲ περὶ Βακχυλίδην {XII 58 Blass. 3, fr. 52 Bergk4}, καὶ οὐχ ἡ ἐξ ὑϲτέρου γενομένη ϲυμβολικὴ μετάθεϲιϲ. —ἐγκειμένων οὖν καὶ τῶν φωνῶν καὶ τῶν ϲημαινομένων ἀκώλυτον τὸ φάναι ϲύνθετα τὰ ϲχήματα.