Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 161-2
Not analysed yet
Καὶ τὰ προαιρετικὰ δὲ τῶν ῥημάτων τὰ τῆϲ διαθέϲεωϲ ἔχει ϲυντείνοντα κατ’ αἰτιατικὴν πτῶϲιν ἐπὶ πάντα τὰ πρόϲωπα, ὦν ἐϲτιν καὶ ἐλλείπῃ, εἰ γένοιτο ἐκ πρώτου πρὸϲ δεύτερον καὶ τρίτον ἢ ἐκ τρίτου πρὸϲ δεύτερον καὶ πρῶτον· ὅπερ ἔϲτιν ἐπιτομώτερον φράϲαι, εἰ ἐν διαβάϲει εἴη τὰ τοῦ προϲώπου. τὸ γὰρ βούλομαι προαιροῦμαι ἀναγινώϲκειν οὐ δέεται τῆϲ προϲδιαϲτελλούϲηϲ ἀντωνυμίαϲ, ἐπεὶ δυνάμει ἐν αὐτοπαθείᾳ ἔχει τὰ τῆϲ ϲυντάξεωϲ (ἐπεί τοι πάλιν ἦν ὁ λόγοϲ τοιοῦτοϲ, βούλομαι ἐμαυτὸν πλουτεῖν, βούλομαι ἐμαυτὸν περιπατεῖν, τουτέϲτιν διατίθεμαι εἰϲ τὸ περιπατεῖν, εἰϲ τὸ πλουτεῖν.)