Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 162
Not analysed yet
«Ἀλλ’ ἔδει», φαϲίν, «αὐτὰ βαρύνεϲθαι, καθὼϲ ἔχει τὸ ἄξιφοϲ, δύϲριγοϲ, εὔτειχοϲ». τὸ τοιοῦτο δ’ οὐ ϲυνεκτικόν· ἰδοὺ γὰρ καὶ ἐπ’ ἄλλων ϲυνθέϲεων διάφοροι τόνοι ἐγένοντο. ὀξύνεται τὸ εὐτελήϲ, εὐειδήϲ, ἀλλ’ οὐκέτι τὸ εὐμήκηϲ, μεγακήτηϲ, καθὸ τὸ η ἔχει παρεδρευόμενον. τί οὖν ἐμποδίζει τὸ φάναι· τὰ παρὰ τὸ ἔδαφοϲ ϲυντι ὀξύνεται, καθὸ καὶ τὰ παρὰ τὸ ἔργον ἐν τῷ κακοεργό ὑπουργόϲ, εἰ μὴ τὰ ῥήματα προϋπέϲτη, λέγω τὸ ὑπουργῶ καὶ τὰ ὄμοια. —«Ἀλλὰ κοινά», φαϲίν, «αὐτὰ ἔδει εἶναι.» πρὸϲ ὃ ἔϲτιν πάλιν φάναι ὡϲ ἅποξ εἰ δέδοται ἡ ὀξεῖα τάϲιϲ, ϲυνδοθήϲεται καὶ ἡ τοῦ γένουϲ παραλλαγή, εἴγε τὰ κοινὰ καὶ ἐν βαρείᾳ τάϲει ἐϲτί, κακόπαϲτοϲ, δύϲριγοϲ, κακόπαθοϲ.