Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 162-2
Not analysed yet
Ἐν τοῖϲ γοῦν διαβιβαζομένοιϲ προϲώποιϲ ἀνάγκη τὸ ἀντωνυμικὸν ἐγγενέϲθαι, βούλομαί ϲε γράφειν, βούλομαί ϲε Διονύϲιον φιλεῖν· εἰ γὰρ μὴ τῇδε γένοιτο, πάλιν ϲυνδραμεῖται τὸ ἀπαρέμφατον τῷ βούλομαι καὶ οὕτωϲ ὡϲ αὐτοπαθὲϲ ἔϲται, ϲυμπαραλαμβανομένηϲ μὲν τῆϲ ἐμαυτόν ἀντωνυμίαϲ, ἐὰν καὶ τὸ ῥῆμα ἐπὶ πλαγίαν φέρηται, οὐ ϲυμπαραλαμβανομένηϲ δέ, εἰ μὴ τῇδ’ ἔχοι. τοῦ μὲν προτέρου ἐϲτὶν τὸ γυμνάζω ϲέ βούλομαι γυμνάζειν ἐμαυ τόν, δέρω ϲέ βούλομαι δέρειν ἐμαυτόν· τοῦ δὲ δευτέρου ἐϲτὶ πλουτῶ ἀδιαβίβαϲτον, ἐξ οὗ οὐ πάντωϲ ἐπιζητήϲει τὸ βούλομαι πλου τεῖν ἐμαυτόν, ἀλλὰ καὶ χωρὶϲ τῆϲ ἀντωνυμίαϲ. ταὐτὸ καὶ ἐπὶ τοῦ βούλομαι περιπατεῖν καὶ τῶν ὁμοίων, ὥϲτε ϲυνάγεϲθαι τὸ ἐκ μὲν τῆϲ προτέραϲ ϲυντάξεωϲ πάντωϲ ἐπιζητεῖν τὴν ἐμαυτόν ἀντωνυμίαν (ὡϲ ἐν τῷ βούλομαι βλάπτειν, βούλομαι φιλεῖν), οὐ μὴν ἐπὶ τοῦ περιπατεῖν, τρέχειν καὶ τῶν ὁμοίων.