Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 163
Not analysed yet
οὖν κᾳὶ τὰ τῆϲ ἀναϲκευῆϲ ἀκριβέϲτερα, εἰ τῇδέ τιϲ ἀποφαίνοιτο, ὡϲ οὐδέποτε ἀντωνυμία πρώτου ἢ δευτέρου προϲώπου ϲυντίθεται μετὰ ἄλλου μέρουϲ λόγου, καὶ ὡϲ οὐδέποτε πληθυντικὴ ἀντωνυμία ϲυντίθεται· παράγονται γὰρ μᾶλλον αἱ ἀντωνυμίαι ἤπερ ϲυντίθενται μετὰ ἄλλου μέρουϲ λόγου, καθάπερ παρὰ τὸ ἐμοῦ ἐμόϲ, νῶιν νωίτεροϲ, ἡμῶν ἡμέτεροϲ. εἰ γὰρ δοθείη τὰ τῆϲ ϲυνθέϲεωϲ, οὐ ϲυϲτήϲεται οὔτε ἐν ἀντωνυμίαιϲ τὰ ϲχήματα οὔτε ἐν ὀνόμαϲιν. εἰ γὰρ ἐν ταῖϲ ϲυνθέϲεϲιν τὰ τέλη ἐπικρατεῖ (εἴγε τὸ μιϲάνθρωποϲ ὄνομα κἂν τὸ μιϲεῖν ῥῆμα ἐνυπάρχει, καὶ τὸ εὐϲεβῶ ῥῆμα κἂν τὸ εὖ ἐπίρημα ἔγκειται, ὁμοίωϲ καὶ τὸ χειρογραφῶ κἂν ἡ χείρ ϲυνυπάρχει· καὶ ἕνεκα τοῦ τοιούτου πᾶν μέροϲ λόγου ἔϲτιν ἐπινοῆϲαι τὸ αὐτό, καὶ ἁπλοῦν καὶ ϲύνθετον, λέγω τὸ δυνάμενον ϲυντεθῆναι, οὐ μὴν τὴν πρόθεϲιν καίτοι ἀπειράκιϲ τοῦ μορίου ϲυντεθειμένου, καθὸ ἡ ϲύνθεϲιϲ ἁπάντοτε αὐτῆϲ ἐν ἀρχῇ ἐϲτιν, ἡ δὲ ἀρχὴ οὐκ ἐπικρατεῖ) —εἰ δὴ τοῦτο ἀληθέϲ, πῶϲ οὐκ ὄνομα τὸ ἡμεδαπόϲ, εἰ τὸ ἔδαφοϲ ἔγκειται; ἀλλὰ πῶϲ ὄνομα τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον; πῶϲ ὄνομα ὡριϲμένου προϲώπου διάκριϲιν ποιεῖται, φαμὲν γὰρ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, ἑαυτούϲ τε ἀντονομάζοντεϲ καὶ πρὸϲ οὓϲ ἡ ἀπόταϲιϲ.