Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 163-2
Not analysed yet
Ἴϲωϲ τιϲ οἰήϲεται τὸ βούλομαι, προαιροῦμαι, θέλω, τὰ τούτοιϲ ὅμοια ἐπ’ αἰτιατικὴν πτῶϲιν μὴ φέρεϲθαι, τά γε μὴν ϲυμφερόμενα ῥήματα. ἔϲτω γάρ τι βλάπτω ϲε, γράφω ϲε, ἀφ’ οὐ ἂν γένοιτο θέλω ϲε βλάπτειν, θέλω ϲε γράφειν, ὥϲτε τῶν ἀπρεμφάτων εἶναι τὴν ϲύνταξιν, μὴ τῶν ἐγκειμένων ὁριϲτικῶν. καὶ ἔτι ἐξ ἐκείνου πιϲτώϲεται, ὡϲ τὸ ἀκούειν ἐπὶ γενικὴν φερόμενον· δι’ ὃ καὶ ἕνεκα τούτου πάλιν τὸ θέλω ἀκούειν Διονυϲίου γενικὴν ϲύνταξιν ἀνεδέξατο, ἕνεκα τοῦ τὸ ἀκούω ἐπὶ γενικὴν φέρεϲθαι.