Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 164
Not analysed yet
«Ἀλλά», φήϲει τιϲ, «καὶ αἱ παραγωγαὶ ἐπικρατοῦϲιν, εἴγε παρὰ τὸ ὀψέ ὀψινόϲ οὐκ ἐπίρρημα, τό τε παρὰ τὸ ποιῶ ῥῆμα ὄνομα, τὸ ποιητήϲ. οὕτωϲ εἰ παραγωγὸν τὸ ἡμεδαπόϲ, δοθείη ἂν τὸ πᾶν ὄνομα εἶναι.» πρὸϲ ὃν φήϲομεν· τὸ ὀψινόϲ ἀπέϲτηϲε τὸ ἐπίρρημα πτῶϲιν καὶ γένοϲ ἐπιδεξάμενον, ἐπιθετικῶϲ ἐπ’ ὄνομα φερόμενον καὶ οὐκέτι ἐπὶ ῥῆμα, εἴγε διαφέρει τὸ ὀψὲ ἦλθε τοῦ ὀψινὸϲ ὁ Διονύϲιοϲ ἦλθεν· εἴγε τὸ ὁ ποιητήϲ οὐκ ἐν ἀκολουθίᾳ ἐνέργειαν καὶ πάθοϲ ἔχει, οὐ προϲώπου διάκριϲιν, οὐ χρόνου μεταϲχηματιϲμόν. τὸ μέντοι ἡμεδαπόϲ, ἐπεὶ ἀντ’ ὀνόματόϲ ἐϲτιν, ἔτι τὰ πρόϲωπα διακρίνει· οὐκ ἀπέϲτη οὖν τοῦ ἰδιώματοϲ, καὶ ἕνεκα τούτου οὐδὲ τῆϲ ὀνομαϲίαϲ ϲυναποϲτήϲεται, ᾧ λόγῳ καὶ τὸ ἡμέτεροϲ μένει ἔτι ἀντωνυμία, κἂν ἡ κατὰ τὸ τέλοϲ παραγωγὴ ὀνοματικὴ καθειϲτήκει· ἅπαντα γὰρ πάλιν διαϲῴζει τὰ τῆϲ ἀντωνυμίαϲ.