Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 164-2
Not analysed yet
Ἔϲτιν δὲ τὸ τοιοῦτο ληρῶδεϲ. ὡϲ γὰρ προείπομεν, πάντωϲ τὰ προαιρετικὰ ἐπ’ αἰτιατικὴν φέρεται. προϲλαμβάνοντα ἑτέραν πτῶϲιν, ἐὰν καὶ τὸ ϲυνταϲϲόμενον ἀπαρέμφατον ἐκ ῥήματοϲ ϲυνεϲτήκει του φερομένου ἐπὶ πλαγίαν πτῶϲιν· εἰ γὰρ μὴ τῇδε ἔχοι, μόνη αἰτιατικὴ παραλαμβάνεται ἡ ἐκ τοῦ προαιρετικοῦ. τοῦ μὲν οὖν προτέρου λόγου θέλω ϲε ἀκούειν Διονυϲίου· παρείληπται γὰρ ἡ ϲέ αἰτιατικὴ διὰ τὸ θέλω, ἤ γε μὴν γενική, λέγω ἡ τοῦ Διονυϲίου, διὰ τὸ ἀκούειν. πάλιν ἔϲτι τι ϲοὶ χαρίζομαι, καὶ πάντωϲ γενήϲεται θέλω ϲε χαρίζεϲθαι Διονυϲίῳ, προϲγενομένηϲ πάλιν τῆϲ αἰτιατικῆϲ καθ’ ὃν εἴπομεν λόγον, καὶ ϲυνούϲηϲ δοτικῆϲ διὰ τὸ χάρίζεϲθαι. ἔνθεν δὲ καὶ δύο αἰτιατικαὶ ἀνακύπτουϲιν, εἰ καὶ τὸ ῥῆμα ἐπ’ αἰτιατικὴν πάντωϲ φέροιτο, ὡϲ ἔχει τὸ βλάπτω ϲε θέλω ϲε βλάπτειν Διονύϲιον θέλω Διονύϲιον βλάπτειν Ἀπολλώνιον, περὶ ὦν καὶ τῆϲ ἀμφιβολίαϲ διελεξάμεθα. τοῦ δὲ ἑτέρου ἦν τὸ πλουτῶ ἀδιαβίβαϲτον, τὸ περιπατῶ, τὸ ζῶ, ἄλλα πλεῖϲτα. οὐ δὴ ἐν τῷ βούλομαί ϲε ζῆν λείπει ἑτέρα πτῶϲιϲ διὰ τὸ ἀδιαβίβαϲτον τοῦ ῥήματοϲ, ἡ μέντοι αἰτιατικὴ ἔγκειται ἡ προϲγενομένη ἐκ τῆϲ προαιρετικῆϲ ϲυντάξεωϲ. Καὶ οὕτωϲ ἀπεδείχθη ὡϲ τὰ προαιρετικὰ ῥήματα φέρεται ἐπ’ αἰτιατικήν.