Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 165
Not analysed yet
Τοῦ τοιούτου δὲ ἀποδειχθέντοϲ καὶ τὰ προειρημένα ϲυλλήψεται τῷ λόγῳ, οὐ μὴν ϲυνεκτικὰ γενήϲεται, καθὼϲ πρόκειται, ἔτι καὶ τῆϲ γραφῆϲ ὁμολογούϲηϲ τὸ μὴ ἔχειν τὸ ἔδαφοϲ. —ἡ ψευδὴϲ οὖν ὑπόληψιϲ ἐγένετο ἐκ τοῦ τὴν παραγωγὴν ὁμοίαν καθίϲταϲθαι τῇ τοῦ ἐδάφουϲ φωνῇ, καθότι καὶ ἄλλαι πλεῖϲταί εἰϲι τοιαῦται δόξαι, εἴγε τὸ χαλκήρηϲ οὐ τὸ ἀρηρέναι ἔχει, ὅμοιον δέ ἐϲτιν τῷ Φανίαϲ καὶ Ἀρχίαϲ καὶ Γοργίαϲ· οὐδὲ μὴν ἔχει τὸ τηρεῖν τὸ μελιτηρὸν ἀγγεῖον, ἀπὸ γενικῆϲ δὲ τῆϲ μέλιτοϲ, ὡϲ δείματοϲ δειματηρόϲ, καμάτου καματηρόϲ, ὀλίϲθου ὀλιϲθηρόϲ· ἔϲτιν εἰϲ τὸ τοιοῦτο πάμπολλα παραθέϲθαι. —ὃν οὖν τρόπον καὶ ἄλλαι παραγωγαὶ λέξεωϲ ϲημαινόμενον ἀποτελοῦϲιν εἰϲ ἣν καὶ μεταλαμβάνονται (Κρονίδηϲ γὰρ ὁ τοῦ Κρόνου υἱόϲ, καὶ γοργότεροϲ ὁ μᾶλλόν τινοϲ γοργόϲ, καὶ ἐν ἐπιρρήμαϲιν οἴκοθι ἐν οἴκῳ), τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἡμεδαπόϲ ἐθνικῶϲ παραχθὲν μετὰ τῆϲ παραγωγῆϲ καὶ τὸ ϲημαινόμενον ἔϲχεν ϲυντρέχον τῇ μεταλήψει τοῦ ὀνόματοϲ.