Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 165-2
Not analysed yet
Καὶ ὅϲα ἐπ’ ἀνακρίϲεωϲ παραλαμβάνεται ἢ ἐπ’ ἐρωτήϲεωϲ, ἐξετάζω ϲε, ἀνακρίνω ϲε, ἐγὼ δ’ ἐρέεινον ἁπάϲαϲ {λ 234}. καὶ ἕνεκα τούτου τὸ πεύθεϲθαι καταλλήλου ἔχεται φερόμενον ἐπ’ αἰτιατικήν, κατὰ τὴν Ὁμηρικὴν χρῆϲιν ϲημαῖνον τὸ ἀκούομεν ἢ ἠκούετο ἐν τῷ πευθόμεθ’ ᾖχι ἕκαϲτοϲ {γ 87} καὶ πεύθετο γὰρ Κύπρον δέ {Λ 21}, οὐχ ὅτε κατὰ πεύϲεωϲ παραλαμβάνεται ἐν τῷ πυνθάνομαι ϲοῦ. πρόκειται γὰρ ἡ ϲυζυγία τῶν τοιούτων ἐπ’ αἰτιατικὴν φερομένη. —Ὁμοίωϲ καὶ τὰ ἐπ’ οἴκτου παραλαμβανόμενα, ὡϲ ἐπὶ τοῦ μύρεϲθαι, ὀδύρεϲθαι, γοᾶν, κλαίειν, οἰκτίζειν, θρηνεῖν, αἰάζειν· τὸ γὰρ οἰμώζειν καὶ αὐτοπάθειαν ϲημαίνει. καὶ ὅϲα κλῆϲιν ὑπαγορεύει, φωνῶ ϲε, βοῶ ϲε, κλῄζω, καλῶ· προφανὴϲ ἡ γινομένη ἐνέργεια ἐκ τῶν εὐθειῶν ἐπὶ τὴν αἰτιατικήν.