Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 166
Not analysed yet
Χρὴ μέντοι κἀκεῖνο ἐπιϲτῆϲαι, δι’ ἣν αἰτίαν ἀπὸ μόνων πληθυντικῶν ἡ παραγωγὴ ἐγένετο, τῶν κτητικῶν ἀντωνυμιῶν καθ’ ἕκαϲτον ἀριθμὸν παρηγμένων, καὶ δι’ ὅ τι μέχρι τρίτον ἡ παραγωγὴ οὐ ϲυνέτεινεν. ἀντὶ γὰρ τῆϲ ϲφεδαπόϲ τὸ ἀλλοδαπόϲ παρήχθη, καὶ οὐ τολμῶ τοῦτο φάναι, ὡϲ τὸ ἄλλοϲ ἀντωνυμία ἐϲτίν, ὅπου γε καὶ μάχεται τῇ ἐννοίᾳ τῶν ἀντωνυμιῶν ὃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλοϲ ἀναιρούμενα ἀοριϲτοῦται, ἄλλοϲ, οὐκ ἐγώ· ἄλλοϲ, οὐ ϲύ.