Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 166-2
Not analysed yet
Καὶ ἕνεκα τοῦ τοιούτου ἐπιϲτάϲεωϲ ἄξια τὰ τοιαῦτα, τρέμω ϲε, φεύγω ϲε, φρίϲϲω ϲε, τοῦτον φοβοῦμαι, ὡϲ οὐδεμιᾶϲ ὄντα ἐνεργείαϲ ἐμφατικὰ φέρεται ἐπ’ αἰτιατικήν. μᾶλλον γὰρ αὐτοπάθειαν ϲημαίνει τὸ φρίϲϲειν καὶ φεύγειν διὰ φόβον, καὶ ἔτι τὸ τρέμειν καὶ τὰ παραπλήϲια, ϲυνεπιϲχύοντοϲ καὶ τοῦ μὴ γίνεϲθαι ἐπὶ τῶν τοιούτων ϲυντάξεων παθητικὰϲ διαθέϲειϲ. εἰ γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ εἴχετο τῷ ὑβρίζω ϲε, δέρω ϲε τὸ φρίϲϲω ϲε καὶ τὸ τρέμω ϲε, καὶ πάντωϲ εἶχεν ἀντιπαρακείμενα τὸ τρέμομαι, φεύγομαι, φρίϲϲομαι, ὁμοίωϲ τῷ ὑβρίζομαι, δέρομαι. χρὴ οὖν νοεῖν ὡϲ οὐ μόνον ποιητικὴ ἄδεια ἐν ἐλλείψει λέξεων καταγίνεται, ἀλλὰ καὶ ϲυνήθειϲ λόγοι. λείπειν φαμὲν τὸ ὁρμήϲει πεδίοιο {N 64} τῇ διά προθέϲει, τὸ καὶ οὔ τι πολὺν χρόνον {Μ 9}, τοῦ ἐντελοῦϲ ὄντοϲ διὰ τό, ἴθυϲε μάχη πεδίοιο {Z 2} τῇ διά. ἔϲτι δὴ οὖν καὶ ἡ προκειμένη ϲύνταξιϲ ἐν πλήρει λόγῳ καθιϲταμένη οὕτω τρέμω διὰ ϲέ, φεύγω διὰ ϲέ· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ φρίϲϲω, φοβοῦμαι καὶ τῶν ὁμοίων. καὶ διὰ τοῦτο εὔλογοϲ ἡ ὑποπαραίτηϲιϲ τῶν παθητικῶν ϲχημάτων.