Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 167
Not analysed yet
Πρὸϲ μὲν οὖν τὸ πρότερον ἔϲτιν φάναι, ὡϲ μᾶλλον ἀνέφικτον ἦν ἐξ ἑνικῶν ἢ δυϊκῶν ἐθνικὴν παραγωγὴν γενέϲθαι· οὐ γὰρ δή τιϲ ἐπινοήϲει ἔθνοϲ ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυϲίν, ἐν μέντοι ἀπείροιϲ, οἷον ὁ φάμενοϲ οὗτοϲ ἡμεδαπόϲ ἐϲτι ϲυλλαμβάνει ἑαυτόν τε καὶ τοὺϲ ϲὺν αὐτῷ πολίταϲ. τό γε μὴν ἐμόϲ, ἡμέτεροϲ, φερόμενα ἐπὶ πάντα τὰ δυνάμενα ὑπὸ κτῆϲιν πίπτειν, ἀδιάφορον ἔϲχε τὸ ἀπὸ παντὸϲ ἀριθμοῦ τὴν παραγωγὴν ἀναδέξαϲθαι. (δι’ ὃ τῷ μὲν ἡμέτεροϲ ὑπακούεται τὸ οὐ μὴν τῷ ἡμεδαπόϲ· εἰϲ γὰρ τὸ τοιοῦτον ἡ παραγωγὴ ἐμόναϲεν.)