Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 167-2
Not analysed yet
Καὶ ὅϲα παρορμητικά ἐϲτιν, ὡϲ τὸ ὀτρύνειν, ἐρεθίζειν, ὀρίνειν, παρορμᾶν, διεγείρειν. καὶ ὅϲα ἱκετείαν ϲημαίνει, γουνοῦμαί ϲε ἄναϲϲα {ζ 142}, ἐρωτῶ ϲε νῦν ἐν ἴϲῳ τῷ παρακαλῶ ϲε, λιτανεύω, τὴν ἱκόμην φεύγων {Ξ 260} ἀντὶ τοῦ ἱκέτευϲα, τοὔνεκα νῦν τὰ ϲὰ γούναθ’ ἱκάνω πολλὰ μογήϲαϲ {γ 92 cum η 14 confusus}. καὶ δῆλον ὅτι τὸ δέομαι ϲοῦ οὐ κατὰ τῆϲ τοιαύτηϲ ἐννοίαϲ παραλαμβάνεται· τοιοῦτο γάρ τι ϲημαίνει· τῆϲ ϲῆϲ βοηθείαϲ λείπομαι.