Ancient Greek · ~6 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 168
Not analysed yet
'Υπὲρ δὲ τοῦ τὴν ἐν τῷ τρίτῳ προϲώπῳ μὴ παραδεδέχθαι οἰήϲεταί τιϲ αἴτιον τὸ ἀϲύνηθεϲ τῆϲ ἀντωνυμίαϲ· ὅπερ οὐ πιθανόν. ἔϲτι γοῦν καὶ τὸ ϲφετερίζεϲθαι παρηγμένον ἀπὸ ἀϲυνήθουϲ τῆϲ ϲφῶν (καὶ ἔτι τὸ μὲν μῆλον ἀϲύνηθεϲ ὡϲ πρὸϲ τὴν ὀνομαϲίαν τὴν τοῦ προβάτου, οὐ μὴν τὸ ἀπ’ αὐτοῦ παραγωγόν, λέγω τὸ μηλωτή· καὶ ἔτι τὸ δέρκεϲθαι, οὐ μὴν τὸ δορκάϲ ἢ ϲύνθετον τὸ ὀξυδορκεῖν). —169. φαίνεται γὰρ ὅτι φυϲικώτερόν πωϲ τὰ τῆϲ ἐλλείψεωϲ ἐγένετο. ὃν γὰρ τρόπον οὐκ ἀπίθανοϲ ἀφορμὴ ἐγένετο τῆϲ ἐν τρίτοιϲ ϲυνθέϲεωϲ, λέγω κατὰ τὸ πληθυντικόν, τῆϲ ἐν πρώτῳ καὶ δευτέρῳ προϲώπῳ οὐκ ἐγγενομένηϲ, τὸν αὐτὸν τρόπον ἐγγενομένων κατὰ τὴν παραγωγὴν τῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον οὐκ ἐξακολουθήϲει τὸ πάντωϲ καὶ κατὰ τὸ τρίτον τὴν παραγωγὴν γενέϲθαι. καὶ δῆλον ὅτι αἰτίαϲ ὑπούϲηϲ. ὁμόλογόν ἐϲτιν ὡϲ τὰ πρῶτα καὶ δεύτερα πληθυντικὰ ϲύλληψιν εἰϲ ἑαυτὰ ποιεῖται τῶν κατὰ τὸ τρίτον διαφόρων προϲώπων. ὁ γὰρ λέγων ἡμᾶϲ ἑαυτόν τε λέγει καὶ τὰ ϲυνόντα ἔξωθεν αὐτῷ πρόϲωπα, καὶ. ἀποτεινόμενόϲ τιϲ ἐρεῖ πρόϲ τινα ὑμᾶϲ, ϲυλλαμβάνων πάλιν καὶ τὸ παρὸν πρόϲωπον καὶ τὰ ἀπόντα. ἀπὸ δὴ τούτων ἐθνικὴ παραγωγὴ γινομένη τῇ ἐπικρατείᾳ τῶν ἐγκειμένων ἑνικῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον ἓν καὶ τὸ αὐτὸ ἔθνοϲ παραϲτήϲει. τό γε μὴν τρίτον ἐκ πλειόνων τρίτων νοούμενον οὐ ποιήϲεται ἐθνικὴν παραγωγήν· δηλώϲει γὰρ οὐχ ἓν ἔθνοϲ, ἀλλὰ πάντα τὰ δυνάμενα ἐμπεριλαμβάνεϲθαι κατὰ τὸ τρίτον πληθυντικόν. οὐ γάρ, ὡϲ ἔφαμεν, ἓν ἐξ ἑνικῆϲ ἐπικρατείαϲ τρίτον ἐϲτίν, ἵν’ οὕτωϲ καὶ ἡ ἐθνικὴ παραγωγὴ μία νοηθῇ ὡϲ ἐπὶ τοῦ ἡμεδαπόϲ.