Ancient Greek · ~3 min
168 to 169
Apollonius Dyscolus, Περὶ συντάξεως 168-2-169
Not analysed yet
Καὶ ὡϲ προείρηται, πολυμερεϲτάτη ἐϲτὶν ἡ κατ’ αἰτιατικὴν ϲύνταξιϲ, ἑνὶ ϲυμφωνοῦϲα τῷ ἀναδέχεϲθαι τὴν ἐξ εὐθείαϲ ἐνεργητικὴν μααvκ. β 167. Nec minus verba impellendi cum accusativo construuntur, διάθεϲιν, ὁρκίζω ϲε, πείθω ϲε, κακίζω ϲε, ϲωφρονίζω ϲε, θλίβω, θερμαίνω, ψύχω, διατιθῶ. αὐτάρκηϲ δὲ εἰϲ ἀφορμὴν τῶν ὑπολοίπων ῥημάτων ἡ προκειμένη ϲύνταξιϲ καθέϲτηκεν. Ἴϲωϲ δόξει μὴ ἐξωμαλίϲθαι ἡ ἐκ τῶν αἰϲθήϲεων ἐνέργεια, ἐπεὶ αὐτὸ τὸ αἰϲθάνεϲθαι ἐπὶ γενικὴν φέρεται, καὶ ἔτι τὰ μερικώερον παραλαμβανόμενα, τὸ ἀκούειν, τὸ ὀϲφραίνεϲθαι, γεύεϲθαι, ἅπτεϲθαι· οὐ μὴν ἔτι τὸ βλέπειν (ἐπὶ γὰρ αἰτιατικὴν φέρεται) καὶ τὰ τούτῳ ϲυνωνυμοῦντα, ὁρῶμαί ϲε, θεῶμαί ϲε, λεύϲϲω, δέρκομαι, ὀπτεύω. καὶ δοκεῖ μοι τὰ τῆϲ ϲυντάξεωϲ πάνυ δεόντωϲ καθίϲταϲθαι.