Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 170-2
Not analysed yet
Α μὲν οὖν ἐκ τῶν αἰϲθήϲεων διαθέϲειϲ πεῖϲιν ἀναλαμβάνουϲι τὴν ἀπὸ τῶν ἔξωθεν εἴγε καὶ ἀκουϲίωϲ ἐπειϲιοῦϲα τῇ ἀκοῇ ἡ φωνὴ προϲδιατίθηϲι τὸ ὅλον ϲῶμα· τε γὰρ τῶν πριόνων ἦχοι καὶ αἱ βρονταὶ οὐχ ὑπεχομένην ἔχουϲι τὴν ἀκοὴν τῇ φωνῇ. τοῦ μέντοι πάθουϲ ἐγγίζει ἡ κατὰ γενικὴν ϲύνταξιϲ, καθὼϲ εἴπομεν· οὐ μέντοι μετὰ τῆϲ ὑπό τὰ τῆϲ ϲυντάξεωϲ γίνεται, καθὸ καὶ ἐνέργεια ϲύνεϲτιν ἡ γενομένη ἐκ τῆϲ διαθέϲεωϲ, ἐπεὶ τὸ ἅπτεϲθαι μετ’ ἐνεργείαϲ καὶ ἀντιδιατίθεται διὰ τῆϲ τῶν θερμῶν ἐπαφῆϲ ἢ ψυχρῶν ἢ ἄλλων τῶν τοιούτων. οὕτωϲ ἔχει τὸ ὀϲφραίνεϲθαι, τὸ γεύεϲθαι· περιϲϲὸν ἂν εἴη περὶ τῆϲ τῶν τοιούτων ἀντιδιαθέϲεωϲ διαλαμβάνειν, καθὸ πρόδηλόν ἐϲτιν ὡϲ ἀεὶ ἡ γινομένη τῶν πικρῶν γεῦϲιϲ ἀντιδιατίθηϲι τὴν γεῦϲιν καὶ τῶν δυϲωδῶν ἡ ὄϲγρηϲιϲ τὴν ὄϲφρηϲιν.