Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 18-2
Not analysed yet
Ἔτι τὰ μὲν ἄλλα τῶν πτωτικῶν ἀπ’ εὐθείαϲ λημματιζομένηϲ γενικὴν καὶ τὰϲ ὑπολοίπουϲ πτώϲειϲ πρὸϲ ἀκολουθίαν τῆϲ εὐθείαϲ ἀποτελεῖ, οὐχ ὑποϲτελλομένου τοῦ ἄρθρου, εἴγε καὶ αὐτὸ ἐδείχθη ἐν τῇ δεούϲῃ ἀκολουθίᾳ κεκλιμένον· αἱ δὲ προκείμεναι πρωτότυποι ἀντωνυμίαι θεματικώτερον ἐκλίθηϲαν, οὐ δυναμένηϲ τῆϲ ἐγώ κατὰ λόγον τῶν πτωτικῶν τὴν ἐμοῦ γενικὴν παραδέξαϲθαι, οὐδὲ μὴν τῆϲ ἐμοῦ τὴν ἐμοί ἢ ἐμέ, δεόντωϲ καὶ τῶν παρεπομένων ἀριθμῶν ἐξαλλαγέντων πάλιν θεματικῶϲ. ἀδύνατον γὰρ τὴν μὴ κλιθεῖϲαν γενικὴν ἐξ εὐθείαϲ ἀριθμὸν ἀκόλουθον παραϲτῆϲαι· κλιθεῖϲα γὰρ ϲυγκλίνει τοὺϲ ἀριθμοὺϲ καὶ τὰϲ ἐξῆϲ πτώϲειϲ.