Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 177
Not analysed yet
Χωρητέον δὲ καὶ ἐπὶ τὰ τῇ δοτικῇ ϲυνταϲϲόμενα. Καὶ δὴ ἅπαντα τὰ περιποίηϲιν δηλοῦντα, εἶἴε καὶ τῶν ἐν λόγῳ εἶτε καὶ τῶν ἐν ϲώματι, ἐπὶ δοτικὴν φέρεται, ὡϲ ἔχει τὰ τοιαῦτα, λέγω ϲοί, ὡϲεὶ. λόγου ϲοι μεταδίδωμι· ϲαφὲϲ γὰρ ὅτι τὸ λέγω ϲε κλέπτην τοιοῦτόν τι ϲημαίνει, δι’ οὐ προΐεμαι λόγου ὁρίζομαί ϲε δεδρακέναι τὰ τῆϲ κλοπῆϲ. καὶ δεόντωϲ πάλιν τὰ τῆϲ ἐνεργείαϲ τῆϲ διὰ τοῦ λέγειν ἐπὶ δοτικὴν ϲυνέτεινεν· καθάπερ καὶ ἐπὶ ϲώματοϲ τέμνω ϲοί, ὡϲεὶ περιποιῶ ϲοί τι μέροϲ του ϲώματοϲ. τό γε μὴν τέμνω ϲέ πάλιν, τὴν ἐνέργειαν ἐπιφέρον κατὰ τοῦ ὑποκειμένου, ϲυνῆλθεν ὁμοίωϲ εἰϲ τὴν αἰτιατικὴν ϲύνταξιν. —