Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 178
Not analysed yet
Ἐφ’ ὧν δὴ ϲυντάξεων χρὴ νοεῖν ὡϲ οὐ τὸ ἐκ τῆϲ δοτικῆϲ πρόϲωπον νοούμενον ὁμολογήϲει τὸ τέμνομαι, εἴγε αὐτῷ μὲν τὰ τῆϲ ἐνεργείαϲ οὐ προϲδιετέθη, τῇ μέντοι ἐγκειμένῃ αἰτιατικῇ, ἧϲ καὶ μόνηϲ ἄν εἴη τὸ παθητικόν, λέγω τὸ τέμνομαι. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ πάντων τῶν οὕτωϲ νοουμένων. ᾄδω ϲοί, καὶ δῆλον ὡϲ οὐ τούτου παθητικὸν τὸ ᾄδομαι, τοῦ δὲ ᾄδω ϲέ· καὶ κωμψδῶ ϲοί καὶ κωμῳδῶ ϲέ, ὑμνῶ ϲοί καὶ ὑμνῶ ϲέ. κιθαρίζω ϲοι, τραγῳδῶ ϲοι, ἀναγινώϲκω ϲοι, φαίνω ϲοι, κιρνῶ ϲοι, ϲτορνύω, δωροῦμαι, χαρίζομαι, αὐλῶ ϲοι, νῦν τῆϲ ϲυντάξεωϲ περιποίηϲίν τινα τοῦ αὐλεῖν ϲημαινούϲηϲ.