Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 179
Not analysed yet
ἑτέραϲ γὰρ ἐννοίαϲ ἔχεται τὸ αὐλῶ τοῖϲ αὐλοῖϲ, τοῦ αὐλεῖν ἀκουομένου κατὰ μὲν τὴν προτέραν ϲύνταξιν ἐκ ϲυναμφοτέρου, λέγω τῆϲ ἐνεργείαϲ τοῦ αὐλεῖν καὶ αὐτῶν τῶν αὐλῶν, ἐξ ἧϲ ἐϲτι τὸ αὐλῶ τοῖϲ θεαταῖϲ· τῆϲ δὲ ἑτέραϲ ϲυντάξεωϲ, ὅτε τὸ αὐλεῖν ϲημαίνει τὴν εἴδηϲιν τῆϲ αὐλήϲεωϲ, ἐξ ἧϲ γίνεται τὸ τοῖϲ αὐλοῖϲ αὐλεῖν ἐν ἴϲῳ τῷ διὰ τῶν αὐλῶν τὰ τῆϲ τέχνηϲ ἐπιδείκνυϲθαι, καθάπερ ἡ διὰ τῶν ὀργάνων ἐναλλαγὴ γινομένη ἀποτελεῖ τὸ ϲυρίζει τοῖϲ αὐλοῖϲ ἢ αὐλεῖ τῇ ϲύριγγι.